Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.243 Joseph. AJ 2.248 (English) >>Joseph. AJ 2.252

2.246πλέγματα γὰρ ἐμφερῆ κιβωτοῖς ἐκ βίβλου κατασκευάσας καὶ πληρώσας ἴβεων ἐκόμιζε. πολεμιώτατον δʼ ἐστὶν ὄφεσι τοῦτο τὸ ζῷον· φεύγουσί τε γὰρ ἐπερχομένας καὶ ἐφιστάμενοι καθάπερ ὑπʼ ἐλάφων ἁρπαζόμενοι καταπίνονται· χειροήθεις δʼ εἰσὶν αἱ ἴβεις καὶ πρὸς μόνον τὸ τῶν ὄφεων γένος ἄγριοι. 2.247καὶ περὶ μὲν τούτων παρίημι νῦν γράφειν οὐκ ἀγνοούντων τῶν Ἑλλήνων τῆς ἴβιδος τὸ εἶδος. ὡς οὖν εἰς τὴν γῆν ἐνέβαλε τὴν θηριοτρόφον, ταύταις ἀπεμάχετο τὴν τῶν ἑρπετῶν φύσιν ἐπαφεὶς αὐτοῖς καὶ προπολεμούσαις χρώμενος. τοῦτον οὖν ὁδεύσας τὸν τρόπον οὐδὲ προμαθοῦσι παρῆν τοῖς Αἰθίοψι, 2.248καὶ συμβαλὼν αὐτοῖς κρατεῖ τῇ μάχῃ καὶ τῶν ἐλπίδων, ἃς εἶχον ἐπὶ τοὺς Αἰγυπτίους, ἀφαιρεῖται τάς τε πόλεις αὐτῶν ἐπῄει καταστρεφόμενος, καὶ φόνος πολὺς τῶν Αἰθιόπων ἐπράττετο. καὶ τῆς διὰ Μωυσῆν εὐπραγίας γευσάμενον τὸ τῶν Αἰγυπτίων στράτευμα πονεῖν οὐκ ἔκαμνεν, ὡς περὶ ἀνδραποδισμοῦ καὶ παντελοῦς ἀναστάσεως τὸν κίνδυνον εἶναι τοῖς Αἰθίοψι· 2.249καὶ τέλος συνελαθέντες εἰς Σαβὰν πόλιν βασίλειον οὖσαν τῆς Αἰθιοπίας, ἣν ὕστερον Καμβύσης Μερόην ἐπωνόμασεν ἀδελφῆς ἰδίας τοῦτο καλουμένης, ἐπολιορκοῦντο. ἦν δὲ δυσπολιόρκητον σφόδρα τὸ χωρίον τοῦ τε Νείλου περιέχοντος αὐτὴν καὶ κυκλουμένου ποταμῶν τε ἄλλων Ἀστάπου καὶ Ἀσταβόρα δύσμαχον τοῖς πειρωμένοις διαβαίνειν τὸ ῥεῦμα ποιούντων·


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.243 Joseph. AJ 2.248 (English) >>Joseph. AJ 2.252

Powered by PhiloLogic